Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.183 Joseph. BJ 6.189 (English) >>Joseph. BJ 6.196

6.187ὃν οἱ μὲν Ἰουδαῖοι τῆς τε ἀλκῆς ἀγάμενοι καὶ ἄλλως ἀνελεῖν ἀσθενοῦντες καταβῆναι πρὸς αὐτοὺς ἐπὶ δεξιᾷ παρεκάλουν, δὲ ἀδελφὸς Κορνήλιος ἐκ θατέρου μὴ καταισχῦναι τὸ σφέτερον κλέος καὶ τὴν Ῥωμαίων στρατιάν. τούτῳ πεισθεὶς καὶ διαράμενος φανερὸν ἑκατέροις τοῖς τάγμασι τὸ ξίφος αὑτὸν ἀναιρεῖ. 6.188τῶν δὲ τῷ πυρὶ περισχεθέντων Ἀρτώριός τις πανουργίᾳ διασώζεται· προσκαλεσάμενος γάρ τινα τῶν στρατιωτῶν Λούκιον, συνεσκήνει, μεγάλῃ τῇ φωνῇκληρονόμον, ἔφη, καταλείπω σε τῶν ἐμαυτοῦ κτημάτων, 6.189εἰ προσελθών με δέξαιο.” τοῦ δὲ ἑτοίμως προσδραμόντος μὲν ἐπʼ αὐτὸν κατενεχθεὶς ἔζησεν, δὲ δεξάμενος ὑπὸ τοῦ βάρους τῷ λιθοστρώτῳ προσαραχθεὶς παραχρῆμα θνήσκει. 6.190τοῦτο τὸ πάθος πρὸς καιρὸν μὲν Ῥωμαίοις ἐνεποίησεν ἀθυμίαν, πρὸς δὲ τὸ μέλλον ὅμως ἀπαρακλήτους κατεσκεύασεν φυλακτικωτέρους τε πρὸς τὰς Ἰουδαίων ἀπάτας ὠφέλησεν, ἐν αἷς τὰ πολλὰ διʼ ἄγνοιαν τῶν τόπων καὶ τὸ ἦθος τῶν ἀνδρῶν ἐβλάπτοντο. 6.191κατεκάη δʼ στοὰ μέχρι τοῦ Ἰωάννου πύργου, ὃν ἐκεῖνος ἐν τῷ πρὸς Σίμωνα πολέμῳ κατεσκεύασεν ὑπὲρ τὰς ἐξαγούσας ὑπὲρ τὸν ξυστὸν πύλας· τὸ δὲ λοιπὸν ἐπὶ διεφθαρμένοις

-- --

ἤδη Ἰουδαῖοι τοῖς ἀναβᾶσιν ἀπέκοψαν. 6.192τῇ δʼ ὑστεραίᾳ καὶ Ῥωμαῖοι τὴν βόρειον στοὰν ἐνέπρησαν μέχρι τῆς ἀνατολικῆς ὅλην, ὧν συνάπτουσα γωνία τῆς Κεδρῶνος καλουμένης φάραγγος ὑπερδεδόμητο, παρʼ καὶ φοβερὸν ἦν τὸ βάθος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν ἐν τούτοις ἦν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.183 Joseph. BJ 6.189 (English) >>Joseph. BJ 6.196

Powered by PhiloLogic